Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.177 Dem. 21.180 (English) >>Dem. 21.183

21.179καὶ μέγα γʼ ὑμῖν τοῦτʼ ἐδόκει δίκαιον ἔχειν προβαλλόμενος λέγειν, “εἰ κατελάμβανον, ἄνθρωπε, θέαν, εἰ μὴ τοῖς κηρύγμασιν, ὡς σύ με φῄς, ἐπειθόμην, τίνος ἐκ τῶν νόμων εἶ κύριος, καὶ ἄρχων αὐτός; τοῖς ὑπηρέταις ἐξείργειν εἰπεῖν, οὐκ αὐτὸς τύπτειν. οὐδʼ οὕτω πείθομαι· ἐπιβολὴν ἐπιβαλεῖν, πάντα μᾶλλον πλὴν αὐτὸς ἅψασθαι τῇ χειρί· πολλὰ γὰρ πρὸ τοῦ μὴ τὸ σῶμʼ ἕκαστον ὑβρίζεσθαι πεποιήκασιν οἱ νόμοι.” ταῦτʼ ἔλεγεν μὲν ἐκεῖνος, ἐχειροτονήσατε δʼ ὑμεῖς· οὐ μὴν εἰσῆλθεν εἰς τὸ δικαστήριον οὗτος, ἀλλʼ ἐτελεύτησεν πρότερον. 21.180ἑτέρου τοίνυν τε δῆμος ἅπας κατεχειροτόνησʼ ἀδικεῖν περὶ τὴν ἑορτήν, καὶ ὑμεῖς εἰσελθόντʼ ἀπεκτείνατε τοῦτον, Κτησικλέα, ὅτι σκῦτος ἔχων ἐπόμπευε, καὶ τούτῳ μεθύων ἐπάταξέ τινʼ ἐχθρὸν ὑπάρχονθʼ ἑαυτῷ· ἐδόκει γὰρ ὕβρει καὶ οὐκ οἴνῳ τύπτειν, ἀλλὰ τὴν ἐπὶ τῆς πομπῆς καὶ τοῦ μεθύειν πρόφασιν λαβὼν ἀδικεῖν, ὡς δούλοις χρώμενος τοῖς ἐλευθέροις. 21.181ἁπάντων τοίνυν, ἄνδρες Ἀθηναῖοι, τούτων, ὧν μὲν ὧν εἷλεν ἀποστάς, δὲ καὶ θανάτῳ ζημιωθεὶς φαίνεται, πολλῷ δεινότερʼ εὖ οἶδʼ ὅτι πάντες ἂν εἶναι φήσειαν τὰ Μειδίᾳ πεπραγμένα· οὔτε γὰρ πομπεύων οὔτε δίκην ᾑρηκὼς οὔτε παρεδρεύων οὔτʼ ἄλλην σκῆψιν ἔχων οὐδεμίαν πλὴν ὕβριν, τοιαῦτα πεποίηκεν οἷʼ οὐδεὶς ἐκείνων. καὶ τούτους μὲν ἐάσω.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.177 Dem. 21.180 (English) >>Dem. 21.183

Powered by PhiloLogic